ΤΟ 20 ἐκ τοῦ συμποσίου τῆς αὐλητρίδος ἀμφοτέραις ἐπειλημμένον. πλὴν ἀλλὰ καὶ νήφων οὐδενὶ τῶν πρωτείων παραχωρήσειεν ἂν ψεύσματος ἕνεκα ἢ θρασύτητος ἢ φιλαργυρίας· ἀλλὰ καὶ κολάκων ἐστὶ 5 τὰ πρῶτα καὶ ἐπιορκεῖ προχειρότατα, καὶ ἡ γοητεία προηγεῖται καὶ ἡ ἀναισχυντία παρομαρτεῖ, καὶ ὅλως πάνσοφόν τι χρῆμα καὶ πανταχόθεν ἀκριβὲς καὶ ποικίλως ἐντελές. οἰμώξεται τοιγαροῦν οὐκ εἰς μακρὰν χρηστὸς ὤν. τί τοῦτο; παπαῖ, χρόνιος ἡμῖν Θρασυκλῆς. ΘΡΑΣ. Οὐ κατὰ ταὐτά, ὦ Τίμων, τοῖς πολλοῖς 56 τούτοις ἀφῖγμαι, ὥσπερ οἱ τὸν πλοῦτόν σου τεθηπότες ἀργυρίου καὶ χρυσίου καὶ δείπνων πολυτελῶν ἐλπίδι συνδεδραμήκασι πολλὴν τὴν κολακείαν 15 ἐπιδειξόμενοι πρὸς ἄνδρα οἷον σὲ ἁπλοϊκὸν καὶ τῶν ὄντων κοινωνικόν. οἶσθα γὰρ ὡς μᾶζα μὲν ἐμοὶ δεῖπνον ἱκανόν, ὄψον δὲ ἥδιστον θύμον ἢ κάρδαμον ἢ εἴ ποτε τρυφῴην, ὀλίγον τῶν ἁλῶν· ποτὸν δὲ ἡ ἐννεάκρουνος· ὁ δὲ τρίβων οὗτος ἧς βούλει πορφυρίδος ἀμείνων. τὸ χρυσίον μὲν γὰρ οὐδὲν τιμιώτερον τῶν ἐν τοῖς αἰγιαλοῖς ψηφίδων μοι δοκεῖ. σοῦ δὲ αὐτοῦ χάριν ἐστάλην, ὡς μὴ διαφθείρῃ σε τὰ κάκιστον τοῦτο καὶ ἐπιβουλότατον κτῆμα ὁ πλοῦτος, ὁ πολλοῖς πολλάκις αἴτιος ἀνηκέστων συμφορῶν 25 γεγενημένος· εἰ γάρ μοι πείθοιο, μάλιστα μὲν ὅλον ἐς τὴν θάλατταν ἐμβαλεῖς αὐτὸν οὐδὲν ἀναγκαῖον ἀνδρὶ ἀγαθῷ ὄντι καὶ τὸν φιλοσοφίας πλοῦτον ὁρᾶν δυναμένῳ· μὴ μέντοι ἐς βάθος, ὦ αθέ, ἀλλ ̓ ὅσον ἐς βουβῶνας ἐπεμβὰς ὀλίγον πρὸ τῆς κυματωγῆς ἐμοῦ 30 ὁρῶντος μόνου· εἰ δὲ μὴ τοῦτο βούλει, σὺ δὲ ἄλλον 57 τρόπον ἀμείνω κατὰ τάχος ἐκφόρησον αὐτὸν ἐκ τῆς ΤΙΜ. Επαινώ ταῦτά σου, ὦ Θρασύκλεις· πρὸ δ ̓ οὖν τῆς πήρας, εἰ δοκεῖ, φέρε σοι τὴν κεφαλὴν ἐμπλήσω κονδύλων ἐπιμετρήσας τῇ δικέλλῃ. ΘΡΑΣ. Ω δημοκρατία καὶ νόμοι, παιόμεθα ὑπὸ 15 τοῦ καταράτου ἐν ἐλευθέρᾳ τῇ πόλει. ΤΙΜ. Τί ἀγανακτεῖς, ὦγαθέ ; μῶν τι παρακέκρουσμαί σε ; καὶ μὴν ἐπεμβαλῶ χοίνικας ὑπὲρ 58 τὸ μέτρον τέτταρας. ἀλλὰ τί τοῦτο ; πολλοὶ ξυνέρχονται· Βλεψίας ἐκεῖνος καὶ Λάχης και 20 Γνίφων καὶ ὅλον τὸ σύνταγμα τῶν οἰμωξομένων. ὥστε τί οὐκ ἐπὶ τὴν πέτραν ταύτην ἀνελθὼν τὴν μὲν δίκελλαν ὀλίγον ἀναπαύω πάλαι πεπονηκυίαν, αὐτὸς δὲ ὅτι πλείστους λίθους ξυμφορήσας ἐπιχαλαζώ πόρρωθεν αὐτούς ; ΒΛΕΨ. Μὴ βάλλε, ὦ Τίμων· ἄπιμεν γάρ. ΤΙΜ. Αλλ' οὐκ ἀναιμωντί γε ὑμεῖς οὐδὲ ἄνευ τραυμάτων. 25 ΘΕΩΝ ΔΙΑΛΟΓΟΙ. 1. (7.) ΗΦΑΙΣΤΟΥ ΚΑΙ ΑΠΟΛΛΩΝΟΣ. ΗΦ, Εώρακας, ὦ "Απολλον, τὸ τῆς Μαίας 1 βρέφος τὸ ἄρτι τεχθέν ; ὡς καλὸν τέ ἐστι καὶ προσμειδιᾷ πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον. 5 ΑΠ. Ἐκεῖνο τὸ βρέφος, ὦ Ηφαιστε, ή μέγα ἀγαθόν, ὃ τοῦ Ιαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ ; ΗΦ. Καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν ; ΑΠ. Ερώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν το ἔκλεψεν, ἢ τὸν Αρη· καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν. 15 ΗΦ. Τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, τὸ ἐν 2 τοῖς σπαργάνοις ; ΑΠ. Εἴσῃ, ὦ Ηφαιστε, ἤν σοι προσέλθῃ μόνον. ΗΦ. Καὶ μὴν προσῆλθεν ἤδη. ΑΠ. Τί οὖν ; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν; 3 4 ΗΦ. Μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ. ΑΠ. 'Αλλ' ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοῦ βρέφους. ΗΦ. Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκμελετήσας τὴν κλεπτικήν ; 5 ΤΟ ΑΠ. Οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα· ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος τὸν Ερωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ' ὅπως ὑφελών τω πόδε· εἶτα μεταξὺ ἐπαινούμενος τῆς ̓Αφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι, τὸ σκῆπτρον εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ 15 εἶχε, κἀκεῖνον ἂν ὑφείλετο. ΗΦ. Γοργόν τινα τὸν παῖδα φής. ΑΠ. Οὐ μόνον, ἀλλ ̓ ἤδη καὶ μουσικόν. 20 ΑΠ. Χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπ ̓ αὐτῆς συνεπήξατο πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας, ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδα ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς ἐμελώδει πάνυ γλαφυρόν, ὦ Ηφαιστε, καὶ ἐναρμόνιον, ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα. 25 ἔλεγε δὲ ἡ Μαῖα, ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ, ἀλλ ̓ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾅδου κατίοι, κλέψων τι κἀκεῖθεν δηλαδή. ὑπόπτερος δ ̓ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν, ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς. 30 ΗΦ. Εγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι. ΑΠ. Τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν, τὴν πυράγραν ΗΦ. Εὖ γε ὑπέμνησας· ὥστε βαδιοῦμαι ἀπο5 ληψόμενος αὐτήν, εἴ που ὡς φῂς εὑρεθείη ἐν τοῖς σπαργάνοις. 2. (13.) ΔΙΟΣ, ΑΣΚΛΗΠΙΟΥ ΚΑΙ ΗΡΑΚΛΕΟΥΣ. ΖΕΥΣ. Παύσασθε, ὦ Ασκληπιὲ καὶ Ηράκλεις, 1 ἐρίζοντες πρὸς ἀλλήλους ὥσπερ ἄνθρωποι· ἀπρεπῆ γὰρ ταῦτα καὶ ἀλλότρια τοῦ συμποσίου τῶν θεῶν. 5 ΗΡΑ. ̓Αλλὰ ἐθέλεις, ὦ Ζεῦ, τουτονὶ τὸν φαρμακέα προκατακλίνεσθαί μου ; ΑΣΚ. Νή Δία· καὶ ἀμείνων γάρ εἰμι. ΗΡΑ. Κατὰ τί, ὦ ἐμβρόντητε ; ἢ διότι σε ὁ Ζεὺς ἐκεραύνωσεν ἃ μὴ θέμις ποιοῦντα, νῦν δὲ κατ' το ἔλεον αὖθις ἀθανασίας μετείληφας ; ΑΣΚ. Επιλέλησαι γὰρ καὶ σύ, ὦ Ηράκλεις, ἐν τῇ Οἴτῃ καταφλεγείς, ὅτι μοι ὀνειδίζεις τὸ πῦρ ; ΗΡΑ. Ούκουν ἴσα καὶ ὅμοια βεβίωται ἡμῖν, ὃς 15 Διὸς μὲν υἱός εἰμι, τοσαῦτα δὲ πεπόνηκα ἐκκαθαίρων τὸν βίον, θηρία καταγωνιζόμενος καὶ ἀνθρώπους ὑβριστὰς τιμωρούμενος· σὺ δὲ ῥιζοτόμος εἶ καὶ ἀγύρτης, νοσοῦσι μὲν ἴσως ἀνθρώποις χρήσιμος |