Pagina-afbeeldingen
PDF
ePub

484

Ορθοδ. Κοινόν καὶ τοῦτο ὄνομα, πύματος εἶδος σημαῖνον. Ερανιστ. Μετὰ δέ γε τὸν ἁγιασμὸν πῶς ταῦτα προσαγορέυεις ; Ορθοδ. Σώμα Χριστοῦ, καὶ αἷμα Χριστοῦ.

Ερανιστ. Καὶ πιστεύεις γε σώματος Χριστοῦ μεταλαμβάνειν, καὶ αἵματος;

Ορθοδ. "Ουτω πιστεύω.

Ερανιστ. Ὥσπερ τοίνον τὰ σύμβολα τοῦ δεσποτικοῦ σώματος τε καὶ ἅιματος, ἄλλα μέν εἰσι πρὸ τῆς ἱερατικῆς ἐπικλήσεως, μετὰ δέ γε τὴν ἐπίκλησιν μεταβάλλεται καὶ ἕτερα γίνεται· οὕτω τὸ δεσποτι κὸν σώμα, μετὰ τὴν ἀνάληψιν, εἰς τὴν οὐσίαν μετεβλήθη τὴν θείαν.

Ορθοδ. Εάλως ἅις ὕφηνες ἄρκυσιν· οὐδὲ γὰρ μετα τὸν ἁγιασ μὲν τὰ μυστικά σύμβολα τῆς οἰκείας ἐξίσταται φύσεως· μένει γὰρ ἐπὶ τῆς προτεράς ουσίας καὶ τοῦ σχηματος καὶ τοῦ εἴδους, καὶ ὁρατά ἐστι, καὶ ἁπτὰ, οἷα καὶ πρότερον ἦν· νοεῖται δὲ ἅπερ ἐγένετο, καὶ πιστεύεται, καὶ προσκυνεῖται, ὡς ἐκεῖνα ὄντα ἅπερ πιστεύεται. Παράθες τοίνυν τῷ αρχετύπῳ τὴν εἰκόνα, καὶ ὄψει τὴν ὁμοιότητα· χρὴ γὰρ ἐοικέναι τῇ ἀληθείᾳ τὸν τύπον.

Theodoret. Dial. II. vol, iv. p. 125. edidit. Schulze, 8vo. Halæ, 1772.

THE END.

G. NORMAN, PRINTER, MAIDEN LANE, COVENT GARDEN.

« VorigeDoorgaan »